Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.81 | Dem. 19.84 (English) | >>Dem. 19.86 |
19.82μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε , ἀλλʼ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι , ἢ ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον . τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι , τί πέπρακται ; τί ἀπήγγειλας ; εἰ μὲν ἀληθῆ , σῴζου · εἰ δὲ ψευδῆ , δίκην δός . εἰ δὲ μὴ πάρεισι Φωκεῖς , τί τοῦτο ; οὕτω γὰρ διέθηκας αὐτούς , οἶμαι , τὸ μέρος σύ , ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι .
καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας , ἣν τὰ πεπραγμένʼ ἔχει , καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν , ῥᾴδιον δεῖξαι . τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τʼ ἀπὸ Θηβαίων ἄδειʼ ὑπῆρχεν ἡμῖν , καὶ τὸ μηδέποτʼ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδʼ εἰς Εὔβοιαν μηδʼ εἰς τὴν Ἀττικὴν Φίλιππον μηδὲ Θηβαίους ;
19.84ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων αὐτῶν ἀσφάλειαν ὑπάρχουσαν τῇ πόλει ταῖς τούτων ἀπάταις καὶ ψευδολογίαις πεισθέντες προήκασθʼ ὑμεῖς , καὶ τετειχισμένην ὅπλοις καὶ πολέμῳ συνεχεῖ καὶ πόλεσιν μεγάλαις συμμάχων ἀνδρῶν καὶ χώρᾳ πολλῇ περιείδετʼ ἀνασταθεῖσαν . καὶ ματαία μὲν ἡ πρότερον βοήθειʼ εἰς Πύλας ὑμῖν γέγονεν , ἣν μετὰ πλειόνων ἢ διακοσίων ταλάντων ἐποιήσασθε , ἂν λογίσησθε τὰς ἰδίας δαπάνας τὰς τῶν στρατευσαμένων , μάταιαι δὲ καὶ αἱ κατὰ Θηβαίων ἐλπίδες .
19.83
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.81 | Dem. 19.84 (English) | >>Dem. 19.86 |